Ancient Greek
255.1 to 256.1
Epicurus, Deperditorum Librorum Reliquiae 255.1-256.1
Unproofread scanNot analysed yet
λόμενος εὐφημότατος ἀνδρῶν φαίνεται· τὰ γὰρ ἐν ἀνθρώποις αἰσχίστα ῥήματα βωμολοχίας ληκυθισμοὺς ἀλαζονείας ἐταιρήσεις ἀνδροφονίας, βαρυστόνους πολυφθόρους βα- ρυεγκεφάλους συναγαγόντες Ἀριστοτέλους καὶ Σωκράτους καὶ Πυθαγόρου καὶ Πρωταγόρου καὶ Θεοφράστου καὶ Ἡρακλείδου καὶ Ἰππάρχου καὶ τίνος γὰρ οὐχὶ τῶν ἐπιφανῶν κατεσκέδασαν. πρὸς ἄνδρας ἑλλογίμους οὕτως ἀσελγῶς καὶ ὑπερηφάνως γράφοντες. 238 LAERTIVS DIOG. x 8 τοὺς τε περὶ Πλάτωνα (Ἐπίκουρος ἐκά- λει) Διονυσοκόλακας καὶ αὐτὸν Πλάτωνα χρυσοῦν . . . Ἥρα- κλείτὸν τε κυκῆτην καὶ Δημόκριτον Ἀηρόκριτον καὶ Ἀντί- δωρον Σαννίδωρον τοὺς τε κυνικοὺς ἐχθροὺς τῆς Ἑλλάδος καὶ τοὺς διαλεκτικοὺς πολυφθόρους, Πύρρωνα δὲ ἄμαθῆ καὶ ἀπαίδευτον. Ἐπίκουρον οὐ μετρίως ἔοικεν ἡ δόξα παραλυπεῖν, ἐν τοῖς τότε χρόνοις μάλιστα τῶν φιλοσόφων ἀγαπηθέντος· μηδὲν γὰρ αὐ- τὸν ἴδιον λέγοντα φησὶν ὑπόληψιν ἐμποιεῖν καὶ δόξαν ἀνθρώποις ἄγραμμάτοις, ἅτε δὴ πολυγράμματος αὐτὸς ὢν καὶ μεμουσωμένος. 240 LAERTIVS DIOG. x 12 μάλιστα δ᾽ ἀπεδέχετο, φησὶ Διοκλῆς, τῶν ἀρχαίων Ἀναξαγόραν καὶ τοὺς ἐν τισὶν ἀντειρηκὼς αὐτῷ καὶ Ἀρχέλαον τὸν Σωκράτους διδάσκαλον. 241 LAERTIVS DIOG. x 23 γέγονε δὲ (Μητρόδωρος) ἀγαθὸς πάντα, καθὰ καὶ Ἐπίκουρος ἐν προηγουμέναις γραφαῖς μαρτυρεῖ. 3 ἐταιρήσεις cf. fr. 236 πόρνην |βαρυστόνους p. 136, 19 |4 Ἀριστοτέλους cf. fr. 171 |Σωκράτους cf. fr. 231 |5 Πρωταγό- LAERTIVS Diog. x 30 εἰώθασι μέντοι τὸ κανονικὸν ὁμοῦ τῷ φυσικῷ τάττειν, καλοῦσι δ’ αὐτὸ περὶ κριτηρίου καὶ ἀρχῆς καὶ στοι- 10 χειωτικόν.