Ancient Greek
257.1 to 258.17
Epicurus, Deperditorum Librorum Reliquiae 257.1-258.17
Unproofread scanNot analysed yet
τὰ γὰρ κανονικὰ πρῶτον ἐπιθεωροῦσιν περὶ τε ἐναργῶν καὶ ἀδήλων καὶ τῶν τούτοις ἀκολούθων ποιούμενοι τὴν ὑφήγησιν. τὰ μὲν αἰσθητὰ πάντα ἔλεγεν ἀληθῆ καὶ ὄντα· οὐ διήνεγκε γὰρ ἀληθὲς εἶναι τι λέγειν ἢ ὑπάρχον. ἔνθεν καὶ ὑπογράφων τἀληθὲς καὶ ψεῦδος ἔστι φησιν ἀληθὲς τὸ οὕτως ἔχον ὡς λέγεται ἔχειν. καὶ ψεῦδός ἐστι, φησί, τὸ οὐχ οὕτως ἔχον ὡς λέγε- ται ἔχειν. 246 LAERTIVS Diog. IX 106 ἔστιν οὖν κριτήριον κατὰ τοὺς σκε- πτικούς τὸ φαινόμενον, ὡς καὶ Αἰνησίδημός φησιν· οὕτω δὲ καὶ Ἐπίκουρος. δὲ δυοῖν ὄντων τῶν συζυγούντων ἀλλήλοις πραγμάτων, φαντα- σίας καὶ τῆς δόξης, τούτων τὴν φαντασίαν, ἣν καὶ ἐνάργειαν καλεῖ, διὰ παντὸς ἀληθῆ φησιν ὑπάρχειν. ὡς γὰρ τὰ πρῶτα πάθη, τουτέστιν ἡδονὴ καὶ πόνος ἀπὸ ποιητικῶν τινων καὶ κατ’ αὐτὰ τὰ ποιητικὰ συνίσταται, οἷον ἡ μὲν ἡδονὴ ἀπὸ τῶν ἡδέων, ἡ δὲ ἀλγηδὺν ἀπὸ τῶν ἀλγεινῶν, καὶ οὔτε τὸ τῆς ἡδονῆς ποιητικόν ἔνδέχεται ποτε μὴ εἶναι ἡδὺ οὔτε τὸ τῆς ἀλγηδόνος παρεκτικόν μὴ ὑπάρχειν ἀλγεινόν, ἀλλ’ ἀνάγκη καὶ τὸ ἡδον ἡδὺ καὶ τὸ ἀλγο- νον ἀλγεινὸν τὴν φύσιν ὑποκεῖσθαι, οὕτω καὶ ἐπὶ τῶν φαντασιῶν παθῶν περὶ ἡμᾶς οὐσῶν τὸ ποιητικὸν ἑκάστης αὐτῶν πάντη τε