Ancient Greek
260.1
Epicurus, Deperditorum Librorum Reliquiae 260.1
Unproofread scanNot analysed yet
τῆς διαστροφῶν λοιπὸν ἔστι, δόξης οἴεσθαι, ὅτι τὸ αὐτὸ ἦν τὸ τε (210) ἐκ τοῦ συνέγγυς καὶ τὸ πόρρωθεν θεωρούμενον φανταστὸν. αἰσθήσεως δὲ ἴδιον ὑπῆρχε τοῦ παρόντος μόνον καὶ κινούντος αὐτὴν ἀντιλαμβάνεσθαι οἷον χρώματος, οὐχὶ δὲ τὸ διακρίνειν ὅτι ἄλλο δὲ μὲν ἐστὶ τὸ ἐνθάδε ἄλλο δὲ τὸ ἐνθάδε ὑποκείμενον. διὸ περ αἱ μὲν φαντασίαι διὰ ταῦτα πᾶσαι εἰσὶν ἀληθεῖς· <αἱ δὲ δόξαι οὐ πᾶσαι ἦσαν ἀληθεῖς,> ἀλλ’ εἶχον τινὰ διαφορὰν. τούτων γὰρ αἱ μὲν ἦσαν ἀληθεῖς αἱ δὲ ψευδεῖς, ἐπεὶ περ κρίσεις καθεστᾶσιν ἡμῶν ἐπὶ ταῖς φαντασίαις, κρίνομεν δὲ τὰ μὲν ὀρθῶς, τὰ δὲ μοχθηρῶς ἤτοι παρὰ 10 τὸ προστιθέναι τι καὶ προσνέμειν ταῖς φαντασίαις ἢ παρὰ τὸ ἀφαιρεῖν τι τούτων καὶ κοινῶς καταψευδεσθαι τῆς ἀλόγου αἰσθήσεως. (211) οὐκοῦν τῶν δοξῶν κατὰ τὸν Ἐπίκουρον αἱ μὲν ἀληθεῖς εἰσιν αἱ δὲ ψευδεῖς, ἀληθεῖς μὲν αἱ τε ἐπιμαρτυρούμεναι καὶ οὐκ ἀντιμαρτυρούμεναι πρὸς τῆς ἐναργείας, ψευδεῖς δὲ αἱ τε ἀντιμαρτυρού- (212) μεναι καὶ οὐκ ἐπιμαρτυρούμεναι πρὸς τῆς ἐναργείας. ἔστι δὲ 15 ἐπιμαρτύρησις μὲν κατάληψις δι’ ἐναργείας τοῦ τὸ δοξαζόμενον τοιούτον εἶναι οἷοιόν ποτε ἐδοξάζετο, οἷον Πλάτωνος μακρόθεν προσιόντος εἰκάζω μὲν καὶ δοξάζω παρὰ τὸ διάστημα ὅτι Πλάτων ἐστὶ, προσπελάσαντος δὲ αὐτοῦ προσεμαρτύρηθῃ ὅτι ὁ Πλάτων 20 ἐστὶ, συναιρεθέντος τοῦ διαστήματος, καὶ ἐπεμαρτύρηθῃ δι’ αὐτῆς (213) τῆς ἐναργείας. οὐκ ἀντιμαρτύρησις δὲ ἐστὶν ἀκολουθία τοῦ ὑποσταθέντος καὶ δοξασθέντος ἀδήλου τῷ φαινομένῳ, οἷον ὁ Ἐπίκουρος λέγων εἶναι κενόν, ὁ πέρ ἐστιν ἄδηλον, πιστοῦται δι’ ἐναργοῦς πράγματος τούτο, τῆς κινήσεως· μὴ ὄντος γὰρ κενοῦ οὐδὲ κίνησις