Ancient Greek
266.2
Epicurus, Deperditorum Librorum Reliquiae 266.2
Unproofread scanNot analysed yet
253 Sextvs emp. adu. dogmat. II (math. VIII) 63 sq. ὁ δὲ Ἐπίκουρος ἔλεγε μὲν πάντα τὰ αἰσθητὰ εἶναι ἀληθῆ καὶ πᾶσαν φαντασίαν ἀπὸ ὑπάρχοντος εἶναι καὶ τοιαύτην ὁποῖόν ἐστι τὸ κινοῦν τὴν αἴσθησιν, πλανᾶσθαι δὲ τοὺς τινὰς μὲν τῶν φαντασιῶν λέγοντας ἀληθεῖς, τινὰς δὲ ψευδεῖς παρὰ τὸ μὴ δύνασθαι χωρίζειν δόξαν ἀπὸ ἐναργείας. ἐπὶ γοῦν τοῦ Ὀρέστου, ὅτε ἐδόκει βλέπειν τὰς Ἐρινύας, ἡ μὲν αἴσθησις ὑπ’ εἰδώλων κινοῦμένη ἀληθὴς ἦν (ὑπέκειτο γὰρ τὰ εἴδωλα), ὁ δὲ νοῦς οἴόμενος ὅτι στερέμνιοι εἰσιν Ἐρινύες ἐψευδοδόξει. καὶ ἄλλως, φησίν, οἱ προειρημένοι τῶν φαντασιῶν διαφορῶν εἰσάγοντες οὐκ ἰσχύουσι πιστώσασθαι τὸ τινὰς μὲν αὐτῶν ἀληθεῖς ὑπάρχειν τινὰς δὲ ψευδεῖς· οὔτε γὰρ φαινομένῳ διδάξουσι τὸ τοιοῦτον (ζητεῖται γὰρ τὰ φαινόμενα) οὔτε ἀδήλῳ (διὰ φαινομένου γὰρ ὀφείλει τὸ ἄδηλον ἀποδεικνύσθαι).