Ancient Greek
270.1
Epicurus, Deperditorum Librorum Reliquiae 270.1
Unproofread scanNot analysed yet
οὐδὲν ξένον ἐν τῷ παντὶ ἀποτελεῖται παρὰ τὸν ἤδη γεγενημένον χρόνον ἄπειρον. ὅτι οὐδὲν ΑΕΤΙΝΣ I 3, 18 p. 285 sq. D. (Stob. ecl. ph. 10, 14 Plut. I 3, 25) Ἐπίκουρος Νεοκλέους Ἀθηναῖος κατὰ Δημόκριτον φιλοσοφήσας ἔφη τὰς ἀρχὰς τῶν ὄντων σώματα λόγῳ θεωρητά, ἀμέτοχα κενοῦ, ἀφέ-10 νητα ἀδιάφαρτα, οὔτε θραυσθῆναι δυνάμενα οὔτε διάπλασιν ἐκ τῶν μερῶν λαβεῖν οὔτε ἀλλοιωθῆναι. εἶναι δὲ αὐτὰ λόγῳ θεωρητὰ **. ταῦτα μέντοι κινεῖσθαι ἐν τῷ κενῷ καὶ διὰ τοῦ κενοῦ. εἶναι δὲ καὶ αὐτὸ τὸ κενὸν ἄπειρον καὶ τὰ σώματα ἄπειρα. εἴρηται δὲ ἄτομος οὐχ ὅτι ἐστὶν ἐλάχιστη, ἀλλ’ ὅτι οὐ δύναται τμη-15 θῆναι, ἀπαθὴς οὖσα καὶ ἀμέτοχος κενοῦ.