Ancient Greek
276.2
Epicurus, Deperditorum Librorum Reliquiae 276.2
Unproofread scanNot analysed yet
277 SIMPLICIUS in Arist. phys. Z 2 (p. 232a 23 sqq.) f. 219v. εἰ γὰρ μὴ ἦν πᾶν μέγεθος διαιρετόν, οὐχ οἶόν τε ἦν τὸ βραδύτερον ἀεὶ ἐν τῷ ἴσῳ χρόνῳ ἔλαττον κινεῖσθαι τοῦ θάττονος· τὸ γὰρ ἄτομον καὶ τὸ ἄμερὲς ἐν τῷ αὐτῷ χρόνῳ καὶ τὸ θάττον διέρχεται καὶ τὸ βραδύτερον· εἰ γὰρ ἐν πλείονι, ἐν τῷ ἴσῳ ἔλαττόν τι τοῦ ἀμεροῦς διελύσεται. διὸ καὶ τοῖς περὶ Ἐπίκουρον ἀρέσκει ἰσοταχῶς πάντα διὰ τῶν ἀμερῶν κινεῖσθαι, ἵνα μὴ τὰ ἄτομα αὐτῶν διαιρούμενα μηκέτι ἄτομα ᾖ.