Ancient Greek
278.1
Epicurus, Deperditorum Librorum Reliquiae 278.1
Unproofread scanNot analysed yet
λέγοιεν ἀεὶ κινεῖσθαι τὰς ἀτόμους· εἰ γὰρ καὶ ἡρεμοῦσι καὶ ἰσοταχῶς κινούνται, ἐπικαταλαμβάνουσιν ἀλλήλας. εἰ δέ τις ζητεῖ διὰ τί ἀδύνατόν ἐστι τὸ ἰσοταχῶς κινεῖσθαι τὸ βαρύτερον τῷ ἧττον βαρεῖ, ῥάδιον λέγειν, ὅτι εἰ μὴ ἡ προσθήκη τοῦ βάρους θάττω ποιεῖ τὴν κίνησιν, οὔδ᾽ ἀρχὴν ἡ βαρύτης αἰτία ἔσται τῆς ἐπὶ τὸ κάτω κινήσεως ἐν τῷ κενῷ· δὲ γὰρ προστιθέμενον οὐκ ἐπιτείνει οὔδ᾽ αὐξεῖ τὴν κίνησιν, τοῦτο οὔδ᾽ τὴν ἀρχὴν ἂν αἴτιον εἴη κινήσεως. εἰ δὲ μὴ αἱ ῥοπαι τοῖς σώμασιν εἰσὶν αἰτίαι τῆς κινήσεως τῆς ἐν τῷ κενῷ, οὔδ᾽ ἂν κινοῖτο τὴν ἀρχὴν ἐν τῷ κενῷ τὰ σώματα· οὔδ᾽ γὰρ ἄλλη τις αἰτία τῆς κατὰ φύσιν φοράς τοῖς σώμασι πλὴν τῆς οἰκείας ῥοπῆς. ἐπὶ δέ, φησὶν ὁ Ἀλέξανδρος, εἰ πᾶν σῶμα βάρος ἔχειν τοῖς περὶ Ἐπικούρου δοκεῖ καὶ διὰ τὸ βάρος κινεῖσθαι τὰ σώματα διὰ τοῦ κενοῦ, ἔπειτα δὲ οἷς ἡ βαρύτης αἰτία τῆς κινήσεως, τούτοις τὴν μείζω ῥοπὴν ταχυτέρας αἰτίαν γίνεσθαι κινήσεως, οὐχ ὅλόν τε δὲ τοῦτο ἐν τῷ κενῷ γίνεσθαι, οὔδ᾽ ἂν διὰ τὸ βάρος κινοῖτο ἐν αὐτῷ· εἰ δὲ μὴ διὰ τοῦτο, οὔδ᾽ ἂν ὅλως κινοῖτο. cf. Themist. paraphr. Arist. phys. Δ 8 p. 292, 9 sqq. Speng.