Ancient Greek
280.1
Epicurus, Deperditorum Librorum Reliquiae 280.1
Unproofread scanNot analysed yet
'Ἐπικούρῳ μὲν γὰρ οὐδ' ἄκαρὲς ἐγκλῖναι τὴν ἄτομον συγχωροῦσιν (οἱ Στωικοὶ) ὡς ἀναίτιον ἐπεισάγοντι κίνησιν ἐκ τοῦ μὴ ὄντος. 282 PLVTARCHVS adu. Coloten 16 p. 1116ᶜ ἀλλ’ αὐτὸν ἡδέως ἂν ἐροίμην τὸν κατήγορον (Πλάτωνος Κωλώτην), εἰ τοῖς ἑαυτῶν πράγμασι τὴν διαφορὰν οὐκ ἐνορῶσι ταύτην, καθ’ ἣν τὰ μὲν μόνιμα καὶ ἄτρεπτα <τὰ δὲ μεταβλητὰ καὶ τρεπτὰ> ταῖς οὐσίαις ἐστίν; ὡς λέγουσι καὶ τὰς ἀτόμους ἀπαθεία καὶ στερρότητι πάντα χρόνον ὡσαύτως ἔχειν, τὰ δὲ συγκρίματα πάντα ῥευστὰ καὶ μεταβλητὰ καὶ γινόμενα καὶ ἀπολλύμενα εἶναι, μυρίων μὲν εἰδώλων ἀπερχομένων ἀεὶ καὶ ῥεόντων, μυρίων δὲ ὡς εἰκὸς ἑτέρων ἐκ τοῦ περιἔχοντος ἐπιρρεόντων καὶ ἀναπληρούντων τὸ ἄθροισμα, ποικιλλόμενον ὑπὸ τῆς ἐξαλλαγῆς ταύτης καὶ μετακεραννύμενον, ἥτε δὴ καὶ τῶν ἐν βάθει τοῦ συγκρίματος ἀτόμων οὐδέποτε λῆσαι κινήσεως οὐδὲ παλμῶν πρὸς ἀλλήλας δυνάμεων, ὥσπερ αὐτοὶ λέγουσιν.