Ancient Greek
283.1
Epicurus, Deperditorum Librorum Reliquiae 283.1
Unproofread scanNot analysed yet
PLVTARCHVS adu. Coloten 8 p. 1111a ἐγκλητέος οὖν ὁ Δημόκριτος οὐχὶ τὰ συμβαίνοντα ταῖς ἀρχαῖς ὁμολογῶν, ἀλλὰ λαμβάνων ἀρχὰς αἷς ταῦτα συμβέβηκεν. ἐδεὶ γὰρ ἀμετάβλητα μὴ θέσθαι τὰ πρῶτα, θέμενον δὲ δὴ συνορᾶν ὅτι ποιότητος οἴχεται πάσης γενέσεως· ἀρνεῖσθαι δὲ συνορῶντα τὴν ἀτοπίαν ἀναισχυντότατον. οἷα Ἐπίκουρον φασίν (Κωλώτης), ἀρχὰς μὲν ὑποτίθεσθαι τὰς αὐτάς, οὐ λέγειν δὲ ‘νόμῳ χροῖην καὶ γλυκὺ καὶ λευκόν’ καὶ τὰς ἄλλας ποιότητας. εἰ μὲν οὖν τὸ ‘οὐ λέγειν’ τοιούτων ἐστιν ‘οὐχ ὁμολογεῖν’, τῶν εἰθισμένων τι ποιεῖ . . . . . . οὐκ οὖν ἀναγκαῖον ὑποθέσθαι, μᾶλλον δὲ ὑφελέσθαι Δημοκρίτου ἀτόμους εἶναι τῶν