Ancient Greek
29.1
Epicurus, Deperditorum Librorum Reliquiae 29.1
Unproofread scanNot analysed yet
ἐν μέσῃ φησὶν ὁ Ἐπίκουρος ἐν τῷ Συμποσίῳ. οὐδὲ πολιτεύεσθαι, ὡς ἐν τῇ πρώτῃ Περὶ βίων· οὐδὲ τυραννεύσειν· οὐδὲ κυνιεῖν, ὡς ἐν τῇ δευτέρᾳ Περὶ βίων· οὐδὲ πτωχεύσειν. ἀλλὰ καὶ πηρωθεὶς τὰς ὀψεῖς καταξιοῖ αὐτὸν τοῦ βίου, ὡς ἐν τῇ αὐτῇ φησι. καὶ λυπήσεσθαι δὲ τὸν σοφόν, ὡς Διογένης ἐν τῇ ε' τῶν ἐπιλέκτων. καὶ δικάσεσθαι. καὶ συγγράμματα καταλείψειν· οὐ πανηγυριεῖν δέ. καὶ κτήσεως προνοήσεσθαι καὶ τοῦ μέλλοντος. φιλαργύρειν. τύχῃ τε ἀντιτάξεσθαι, φίλην γὰρ οὐδένα κτήσεσθαι. εὐδοξίας ἐπὶ τοσοῦτον προνοήσεσθαι, ἐφ' ὅσον μὴ καταφρονήσεσθαι. μᾶλλον τε εὐφρανθήσεσθαι τῶν ἄλλων ἐν ταῖς θεωρίαις. **ἀμαρτήματα ἄνισα εἶναι. καὶ τὴν ὑγίειαν τισὶ μὲν ἀγαθόν, τισὶ δὲ ἀδιάφορον. τὴν δὲ ἀνδρείαν φύσει, μὴ γίνεσθαι, λογισμῷ δὲ τοῦ συμφέροντος. καὶ τὴν φιλίαν διὰ τὰς χρείας· δεῖν μέντοι προκαταρξέσθαι (καὶ γὰρ τὴν γῆν σπείρομεν), συνίστασθαι δὲ αὐτὴν κατὰ κοινωνίαν μεγίσταις ἡδοναῖς ἐκπεπληρωμ(ένην). τὴν εὐδαιμονίαν διχῇ νοεῖσθαι, τὴν τε ἀκροτάτην, οἷα ἐστὶ περὶ τὸν θεόν, ἐπίτασιν οὐκ ἔχουσαν, καὶ