Ancient Greek
291.17 to 291.31
Epicurus, Deperditorum Librorum Reliquiae 291.17-31
Unproofread scanNot analysed yet
μέναις πεπεράνθαι μὲν ὑπάρχει, πρὸς τι δὲ περαίνειν οὐκέτι ἐπ’ αὐτῶν τοῦτο ἢ τις ἀπτεσθαι. καὶ τοι τὸν λόγον τοῦτον ἠγάπη- σεν οὕτως Ἐπίκουρος, ὥστε παλαιότερον ὄντα εἰσποιήσασθαι καὶ ὑποβάλλεσθαι μικραῖς τισι καὶ φαύλαις προσθήκαις, καθά περ οἱ τὰ ψῦρια μετασχηματίζοντες ὑπὲρ τοῦ λανθάνειν. τὸν κόσμον ἀλλ’ ἔκτὸς αὐτοῦ τὸ κάτω καὶ ἄνω λαμβάνοντες ἐν ταῖς αὐταῖς ἀπορίαις Ἐπικούρῳ γεννησόμεθα κινοῦντι τὰς ἀτό- μους ἀπάσας εἰς τοὺς ὑπὸ πόδας τόπους, ὡσπερ ἡ τοῦ κενοῦ πόδας ἔχοντος ἢ τῆς ἀπειρίας ἐν αὐτῇ κάτω τι καὶ ἄνω διανοῆσαι διδούσης. ἀπειρον ὑποτιθέσθαι, τὸ δ’ ἄνω καὶ κάτω μὴ ἀναιρεῖν. ἔκτὸς ἀπειρόν ἐστι, τὸ δ’ ἀπειρον οὔτ’ ἀρχὴν οὔτε μέσον οὔτε τελευταῖον ἔχει, πολλάκις ὑπ’ αὐτοῦ (Χρυσίππου) λέγεται. καὶ τοῦ- τῳ μάλιστα τὴν λεγομένην ὑπ’ Ἐπικούρου τῆς ἀτόμου κάτω φο- ρῶν ἐλέξαντες ἀναιροῦσιν, οὐκ οὔσης ἐν ἀπείρῳ διαφορᾶς, καθ’ ἣν τὸ μὲν ἄνω τὸ δὲ κάτω νοεῖται γινόμενον.