Ancient Greek
294.1
Epicurus, Deperditorum Librorum Reliquiae 294.1
Unproofread scanNot analysed yet
Ἐπίκουρος πλείστοις τρόποις τὸν κόσμον φθείρεσθαι· καὶ γὰρ ὡς ζῷον καὶ ὡς φυτὸν καὶ πολλαχῶς. 306 SIMPLICIVS in Arist. phys. Θ 1 (p. 250ᵇ 18) f. 257ᵃ οἱ μὲν γὰρ ἄπειρους τῷ πλήθει τοὺς κόσμους ὑποθέμενοι, ὡς οἱ περὶ Ἀναξιμάνδρον καὶ Λεύκιππον καὶ Δημόκριτον καὶ ὕστερον οἱ περὶ Ἐπίκουρον, γινομένους αὐτοὺς καὶ φθειρομένους ὑπέθεντο ἐπ’ ἄπειρον, ἄλλων μὲν ἀεὶ γινομένων, ἄλλων δὲ φθειρομένων, καὶ τὴν κίνησιν αἰδίον ἔλεγον· ἄνευ γὰρ κινήσεως οὐκ ἔστι γένεσις ἢ θορά.