Ancient Greek
296.20
Epicurus, Deperditorum Librorum Reliquiae 296.20
Unproofread scanNot analysed yet
τὸν θώρακα ἢ ὀλκὴ γε[ι]ν[ε]τα[ι]. μετὰ ταῦτα [δ’] ἀντι[προσφέ]- ρεται τὴν σημείωσιν ἧι χρῶ[ν]ται πολλοὶ τ[οῦ] δ **. 314 PLVTARCHVS adu. Coloten 20 p. 1118d Κωλώτηι δὲ γελοῖον δοκεῖ (τὸ ζητεῖν Σωκράτη τί ἐστιν ἄνθρωπος). τί οὖν οὐ καταγελάκαι τοῦ καθηγεμόνος τοῦτ' αὐτὸ πράττοντος, ὁσάκις γράφει καὶ διαλέγεται περὶ οὐσίας ψυχῆς καὶ τοῦ ἀθρόου τῆς καταρχῆς; εἰ γὰρ τὸ ἐξ ἀμφοῖν, ὡς ἀξιοῦσιν αὐτοί, σώματος τοιούδε καὶ ψυχῆς ἄνθρωπός ἐστιν, ὁ ζητῶν ψυχῆς φύσιν ἀνθρώπου ζητεῖ φύσιν ἐκ τῆς κυριωτέρας ἀρχῆς. ὅτι δὲ αὕτη λόγῳ δυσθεώρητος, αἰσθήσει δὲ ἀληθὴς ἐστι, μὴ παρὰ Σωκράτους 'σοφιστοῦ καὶ ἀλαζόνος ἀνδρός', ἀλλὰ παρὰ τῶν σοφῶν τούτων λάβωμεν· οἱ μέχρι τῶν περὶ σάρκα τῆς ψυχῆς δυνάμεων, αἷς θερμότητα καὶ μαλακότητα καὶ τόνον παρέχει τῷ σώματι, τὴν οὐσίαν συμψηφύντες αὐτῆς ἐκ τινὸς θερμοῦ καὶ πνευματικοῦ καὶ ἀερώδους οὐκ ἐξικνοῦνται πρὸς τὸ κυριώτατον ἀλλ' ἀπαγορεύουσι· τὸ γὰρ ὅ κρίνει καὶ μνημονεύει καὶ φιλεῖ καὶ μισεῖ καὶ ὅλως τὸ φρόνιμον καὶ λογιστικὸν ἐκ τινὸς φησὶν ἀκατονομάστου ποιότητος ἐπιγίνεσθαι. καὶ ὅτι μὲν αἰσχυνομένης ἐστὶν ἀγνοίας τοῦτὶ τὸ ἀκατονόμαστον ἐξομολόγησις, οὐκ ἔχειν ὀνομάσαι φασκόντων δὲ μὴ δύναται καταλαβεῖν, ἵομεν· 'ἔχετω δὲ συγγνώμην καὶ τοῦτο', ὡς λέγουσι.