Ancient Greek
303.1 to 303.2
Epicurus, Deperditorum Librorum Reliquiae 303.1-2
Unproofread scanNot analysed yet
ἐστιν. ἄνευ δὲ τούτων ἔδει δὴ πού τὰς ἄνωμάλους νύκτας, οἷον ὀμιχλώδεις καὶ δυσχειμέρους ἠχωδεστέρας εἶναι τῶν αἰθρίων καὶ κεκραμένων ὁμαλῶς διὰ τὸ δεῦρο μὲν συνωθεῖν τὰς ἀτόμους, ἐκεῖ δὲ ὧθεν μεθίστανται χώραν ἔρημον ἀπολιπεῖν σωμάτων, καὶ τὸ δὴ προχειρότατον, ἡμέραν ψυχρὰν ἠχωδεστέραν εἶναι νυκτὸς ἀλεεινῆς καὶ θερινῆς· ὧν οὐδέτερον ἀληθὲς ἐστιν. PLVTARCHVS adu. Coloten 25 p. 1121ᵇ τῷ λεγομένῳ περὶ τῆς γεύσεως, ὅτι τὸ ἔκτος οὐ φησιν εἶναι γλυκύ, πάθος δέ τι καὶ κίνημα περὶ αὐτὴν γεγενέσθαι τοιούτον.