Ancient Greek
318.5 to 320.12
Epicurus, Deperditorum Librorum Reliquiae 318.5-320.12
Unproofread scanNot analysed yet
357 SEXTVS emp. adu. dogm. III (math. IX) 178 τὸ μὲν οὖν λέ-γειν ἄφωνον τὸν θεὸν τελῶς ἄτοπον καὶ ταῖς κοιναῖς ἐννοίαις μαχόμενον. εἰ δὲ φωνᾶν ἐστι, φωνὴ χρήται καὶ ἔχει φωνητικὰ ὄργανα, καθά περ πνεύμονα καὶ τραχειὰν ἀρτηρίαν γλῶσσαν τε καὶ στόμα. τοῦτο δὲ ἄτοπον καὶ ἐγγὺς τῆς Ἐπικούρου μυθολογίας. cf. scriptor incertus Epicureus π. αἰσθήσεων VH¹ VI c. 21 *αὐτὴν οἷαν οἱ λοιποὶ φιλόσοφοι συνάπτουσιν. πάντως γὰρ ἂν εἴδαν τὸ μὴ σφαιρῶν ἔχειν μορφὰς μηδὲ κρίσεις καὶ διαθέσει[ς] ὀργ[ι]λας καὶ μεικρατίους, ἀλλὰ καὶ μορφὰς διανεστηκυίας εἰς ὕψος κα[ι] διαθέσεις παντὸς τοῦ ταπεινοῦ περιφρονοῦσας, ὅλας δὲ στρεφο-μέ[νας περὶ τὴν ἑαυτῶν μακαριότητα καὶ ἀφθαρσίαν]. 359 HIPPOLYTNS philosoph. 22, 3 p. 572, 5 Diels. τὸν δὲ θεὸν ὁμο-λογῶν (Ἐπίκουρος) εἶναι ἀίδιον καὶ ἀφθαρτον φησὶ μηδενὸς προ-νοεῖν, καὶ ὅλως πρόνοιαν μὴ εἶναι μηδὲ εἰμαρμένην, ἀλλὰ πάντα αὐτοματισμῷ γίνεσθαι. καθῆσθαι γὰρ τὸν θεὸν ἐν τοῖς μετακο- οιμοῖς οὕτω καλουμένοις ὑπ’ αὐτοῦ· ἔξω γὰρ τι τοῦ κόσμου οἰκη- τήριον τοῦ θεοῦ ἔθετο εἶναι λεγόμενον τὰ μετακόσμια. ἡδεσθαι δὲ καὶ ἡσυχάζειν ἐν τῇ ἀκροτάτῃ εὐφροσύνῃ, καὶ οὔτε αὐτὸν πράγματα ἔχειν οὔτε ἄλλῳ παρέχειν. τὸ τῆς προνοίας οἴχεται, καὶ τοι τῶν θεῶν κατ’ αὐτὸν πᾶσαν κη- δεμονίαν ὑπὲρ τῆς σωτηρίας τῶν οἰκείων ἀγαθῶν εἰσφερομένων. κοινῶς οὖν ἀμαρτάνουσιν ἀμφότεροι (Ἁναξαγόρας καὶ Πλάτων), ὅτι τὸν θεὸν ἐποίησαν ἐπιστρεφόμενον τῶν ἀνθρωπίνων καὶ τοῦ- τοῦ χάριν τὸν κόσμον κατασκευάζοντα. τὸ γὰρ μακάριον καὶ ἄφθαρτον ζῷον, πεπληρωμένον τε πᾶσι τοῖς ἀγαθοῖς καὶ κακοῦ παντὸς ἀδεκτον, ὅλον ὄν περὶ τὴν συνοχὴν τῆς ἰδίας εὐ- δαιμονίας τε καὶ ἀφθαρσίας ἀνεπιστρεφὲς ἐστι τῶν ἀνθρω- πίνων πραγμάτων· κακοδαίμων δ’ ἂν εἴη ἐργάτου δίκην καὶ τέ- κτονος ἄχθοφορῶν καὶ μεριμνῶν εἰς τὴν τοῦ κόσμου κατασκευήν.