Ancient Greek
32.1
Epicurus, Deperditorum Librorum Reliquiae 32.1
Unproofread scanNot analysed yet
λον· οὕτως οὖν καὶ μείζονας ἡδονὰς εἶναι τῆς ψυχῆς. Ἀποδείξει 70 δὲ χρήται τοῦ τέλους εἶναι τὴν ἡδονὴν τῷ τὰ ζῷα ἅμα τῷ γεννηθῆναι τῇ μὲν εὐαρεστεῖσθαι, τῷ δὲ πόνῳ προσκρούειν φυσικῶς καὶ χωρὶς λόγου. αὐτοπαθῶς οὖν φεύγομεν τὴν ἀλγηδόνα· ἵνα καὶ ὁ Ἥρακλῆς καταβιβρωσκόμενος ὑπὸ τοῦ χιτώνος βοᾷ δάκνων ἰύζων· ἄμφι δ’ ἔστενον πέτραι, 75 Λοκρῶν τ’ ὄρειοι πρῶνες Εὐβοίας τ’ ἄκραι. 138 Διὰ δὲ τὴν ἡδονὴν καὶ τὰς ἀρετὰς αἱρεῖσθαι, οὐ δι’ αὐτάς, ὥσπερ τὴν ἰατρικὴν διὰ τὴν ὑγίειαν· καθά φησι καὶ Διογένης ἐν τῇ κ’ τῶν ἐπιλέκτων, ὃς καὶ διαγωγὴν λέγει τὴν ἀγωγὴν. ὁ δ’ Ἐπίκουρος καὶ ἀχώριστόν φησι τῆς ἡδονῆς τὴν ἀρετὴν μόνην· τὰ δ’ ἄλλα 80 χωρίζεσθαι, οἷον βρωτά.