Ancient Greek
339.2
Epicurus, Deperditorum Librorum Reliquiae 339.2
Unproofread scanNot analysed yet
ARRIANVS Epict. dissert. II 20, 32 εὐχάριστοί γ᾽ ἄνθρωποι καὶ αἰδήμονες, εἰ μηδὲν ἄλλο, καθ᾽ ἡμέραν ἄρτους ἐσθίοντες τολμῶσι λέγειν, ὅτι οὐκ οἴδαμεν εἴ ἐστι τις Δημήτηρ ἢ Κόρη ἢ Πλούτων· ἵνα μὴ λέγω, νυκτὸς καὶ ἡμέρας ἀπολαύοντες καὶ μεταβολῶν τοῦ ἔτους καὶ ἀστρῶν καὶ θαλάσσης καὶ γῆς καὶ τῆς παρ᾽ ἀνθρώπων συνεργίας ὑπ᾽ οὐδενὸς τούτων οὐδὲ κατὰ ποσὸν ἐπιστρέφονται, ἀλλὰ μόνον ἐξεμέσαι τὸ προβλημάτιον ζητοῦσι καὶ τὸν στόμαχον γυμνάσαντες ἀπελθεῖν ἐν βαλανείῳ.