Ancient Greek
339.5
Epicurus, Deperditorum Librorum Reliquiae 339.5
Unproofread scanNot analysed yet
394* PLVTARCHVS de defectu oracul. 19 p. 420b Ἐπικούρειων δὲ χλευασμοὺς καὶ γέλωτας οὐ τι φοβητέον, οἷς τολμῶσι χρῆσθαι καὶ κατὰ τῆς προνοίας, μῦθον αὐτὴν ἀποκαλοῦντες. ἡμεῖς δὲ τὴν ἀπειρίαν μῦθον εἶναι φάμεν, ἐν κόσμοις τοιούτοις μηδένα λόγῳ θείῳ κυβερνώμενον ἔχουσαν, ἀλλὰ πάντας ἐκ ταυτομάτου καὶ γεγονότας καὶ συνισταμένους. εἰ δὲ χρὴ γελᾶν ἐν φιλοσοφίᾳ, τὰ εἰδῶλα γελαστέον τὰ κωφὰ καὶ τυφλὰ καὶ ἄψυχα, ποιμαίνουσιν ἀπλέτους ἐτῶν περιόδους ἐπφαινόμενα καὶ περινοστοῦντα πάντη τὰ μὲν ἐπὶ ζώντων, τὰ δὲ πάλαι κατακαέντων ἢ καὶ κατασαπέντων ἀπορρυέντα, φλεδόνας καὶ σκιάς ἑλκόντες εἰς φυσιολογίαν, ἂν δὲ φῇ τις εἶναι δαίμονας οὐ φύσει μόνον ἀλλὰ καὶ λό-