Ancient Greek
341.2
Epicurus, Deperditorum Librorum Reliquiae 341.2
Unproofread scanNot analysed yet
ib. 25 ὅλως δὲ ἀσπονδος καὶ ἀκήρυκτος αὐτῷ ὁ πόλεμος πρὸς Ἐπίκουρον ἦν. καὶ μᾶλα εἰκότως· τίνι γὰρ ἂν ἄλλῳ δικαιότερον προσεπολέμει γόης ἄνθρωπος καὶ τερατείᾳ φίλος, ἀληθείᾳ δὲ ἐχθιστὸς ἢ Ἐπικούρῳ ἀνδρὶ τὴν φύσιν τῶν πραγμάτων καθεωρακότι καὶ μόνῳ τὴν ἐν αὐτοῖς ἀλήθειαν εἰδότι; . . . . ὁ δὲ ἄτεγκτος Ἐπίκουρος —οὕτω γὰρ αὐτὸν ὠνόμαζεν —ἐχθιστὸς δικαίως, πάντα ταῦτα ἐν γέλῳ καὶ παιδιᾷ τιθέμενος.