Ancient Greek
342.3
Epicurus, Deperditorum Librorum Reliquiae 342.3
Unproofread scanNot analysed yet
νετο [γένοιτο uolgo] ἢ εἴ τι τούτων χείρον. cf. infra p. 285, 4 |περὶ τέλους π. αἱρέσεων ἐφ’ ὅ πάντα τὰ ἐν τῷ βίῳ πραττόμενα καθηκόντως τὴν ἀναφορὰν λαμβάνει, αὐτὸ δ’ ἐπ’ οὐδέν, ὑπὸ δὲ τῶν νεωτέρων Περιπατητικῶν τῶν ἀπὸ Κριτολάου (τέλος λέγεται) ‘τὸ ἐκ πάντων τῶν ἀγαθῶν συμπληρωμένον’ κρεῖττον οὖν ἢν εἰπεῖν ἀντὶ τοῦ ‘συμπληρούμενον’ ‘ἐνεργούμενον’, ἵνα τὸ χρηστικὸν τῆς ἀρετῆς ἐμφαίνηται. τοῦτο δ’ οἱ κατ’ Ἐπίκουρον φιλοσοφοῦντες οὐ προσδέχονται λέγειν ‘ἐνεργούμενον’ διὰ τὸ παθητικὸν ὑποτιθέσθαι τὸ τέλος, οὐ πρακτικόν’ ἡδονὴ γάρ. ὅθεν καὶ τὴν ἔννοιαν ἀποδιδάσκει τοῦ τέλους ‘τὸ οἰκείως διατιθέναι ἐξ ἑαυτοῦ πρὸς αὐτὸ χωρὶς τῆς ἐπ’ ἄλλο τι ἀπάσης ἐπιβολῆς’