Ancient Greek
354.2
Epicurus, Deperditorum Librorum Reliquiae 354.2
Unproofread scanNot analysed yet
Ἐπίκουρος μὲν τὴν τοῦ χειρίστου ἁμοίου τῆς ψυχῆς οἰκείωσιν ἐθεάσατο μόνην. δ δὲ λέγουσί τινες, πρὸς ἡδονὴν γίγνεσθαι τὴν πρώτην ὁρμὴν τοῖς ζῴοις, ψευδὸς ἀποφαίνουσι (οἱ Στωικοί)· ἐπιγέννημα γάρ φασιν, εἰ ἄρα ἐστιν, ἡδονὴν εἶναι, ὅταν αὐτὴν καθ’ αὐτὴν ἡ φύσις ἐπιζητήσασα τὰ ἐναρμόζοντα τῇ συστάσει ἀπολάβῃ, ὃν τρόπον ἀφιλαρύνεται τὰ ζῷα καὶ θάλλει τὰ φυτά. καθόλου γὰρ οὐκ ἀναγκαῖον τὸ τῆς ἡδονῆς πάθος, ἐπακολούθημα δὲ χρείαις τισὶ φυσικαῖς, πείνῃ δίψει ρίγει γάμῳ.