Ancient Greek
358.3
Epicurus, Deperditorum Librorum Reliquiae 358.3
Unproofread scanNot analysed yet
GALENVS de Hippocratis et Platonis dogmatis IV 2 t. v p. 367 K. p. 337, 6 Muell. ἐν μέντοι δή τούτοις τοῖς ὄροις ὁρμὰς καὶ δόξας καὶ κρίσεις ὑπάρχειν οἴεται (Χρύσιππος) τὰ πάθη, κατὰ δέ τινας τῶν ἐφεξῆς Ἐπικούρῳ καὶ Ζήνωνι μᾶλλον ἢ τοῖς ἑαυτοῦ δόγμασιν ἀκόλουθα γράφει. τὴν τε γὰρ λύπην ὁρίζόμενος μείωσιν εἶναι φησιν ἐπὶ φευκτῷ δοκοῦντι ὑπάρχειν, τὴν δ’ ἡδονὴν ἐπάρσιν ἐφ’ αἱρετῷ δοκοῦντι ὑπάρχειν. καὶ γὰρ αἱ μειώσεις καὶ αἱ ἐπάρσεις, καὶ αἱ συστολαὶ καὶ αἱ διαχύσεις —καὶ γὰρ τούτων ἐνίοτε μέμνηται —τῆς ἀλόγου δυνάμεως ἐστὶ παθήματα ταῖς δόξαις ἐπιγινόμενα· τοιαύτην δέ τινα τὴν οὐσίαν τῶν παθῶν Ἐπίκουρος καὶ Ζήνων, οὐκ αὐτὸς ὑπολαμβάνει.