Ancient Greek
360.5
Epicurus, Deperditorum Librorum Reliquiae 360.5
Unproofread scanNot analysed yet
417 PLVTARCHVS contra Epicuri beatitudinem 3 p. 1086c καὶ πέρας (ταῖς ἡδοναῖς) κοινὸν Ἐπίκουρος τὴν παντὸς τοῦ ἀλγοῦντος ὑπεξαιρέσιν ἐπιτέθεικεν, ὡς τῆς φύσεως ἄχρι τοῦ 20 λύσαι τὸ ἀλγεινὸν αὐξούσης τὸ ἡδύ, περαιτέρω δὲ προελθεῖν οὐκ ἔωσῆς κατὰ μέγεθος, ἀλλὰ ποικιλμοὺς τινας οὐκ ἀναγκαίους, ὅταν γοῦν ἐν τῷ μὴ πονεῖν γένηται, δεχομένης· ἢ δ’ ἐπὶ τοῦτο μετ’ ὀρέξεως πορεία, μέτρον ἡδονῆς οὖσα, κομιδῇ βραχεῖα καὶ σύντομος. ὅθεν 25 αἰσθόμενοι τῆς ἐνταῦθα γλισχρότητος ὡςπερ ἐκ χωρίου λυπροῦ τοῦ σώματος μεταφέρουσι τὸ τέλος εἰς τὴν ψυχὴν, ὡς ἐκεῖ νομάς καὶ λειμῶνας ἀμφιλαφεῖς ἡδονῶν ἔχοντες.