Ancient Greek
361.2
Epicurus, Deperditorum Librorum Reliquiae 361.2
Unproofread scanNot analysed yet
φεῦ τῆς μεγά-λης ἡδονῆς τῶν ἀνθρώπων καὶ μακαριότητος, ἣν καρποῦνται χαίρον-τες ἐπὶ τῷ μὴ κακοπαθεῖν μηδὲ λυπεῖσθαι μηδ’ ἀλγεῖν. ἀρ’ οὖν ἀξίων ἐστιν ἐπὶ τούτοις μέγα φρονεῖν καὶ λέγειν ἃ λέγουσιν, ἀφθάρ-τους καὶ ἰσοθέους ἀποκαλοῦντες αὐτοὺς καὶ δι’ ὑπερβολὰς καὶ ἀκρό-τητας ἀγαθῶν εἰς βρόμους καὶ ὀλολυγμοὺς ἐκβαχεῦντες ὑφ’ ἡδονῆς, ὅτι τῶν ἄλλων περιφρονοῦντες ἐξευρήκασι μόνοι θεῖον ἀγαθὸν καὶ μέγα τὸ μηδὲν ἔχειν κακόν;