Ancient Greek
368.3
Epicurus, Deperditorum Librorum Reliquiae 368.3
Unproofread scanNot analysed yet
ARISTOCLES Eusebii praep. euang. XIV 21, 3 p. 769a αὐτοὶ γέ τοι (οἱ περὶ τὸν 'Επίκουρον) φασιν οὐ πᾶσαν ἡδονὴν ἀσπάζεσθαι καὶ πάντα πόνον ἐκτρέπεσθαι. τοῦτο δὲ συμβέβηκε καὶ μᾶλα εἰκότως. τὰ μὲν γὰρ κριτήρια καὶ ἑαυτὰ δείκνυσι καὶ τὰ κρινόμενα, τὸ μέντοι πάθος ἑαυτὸ μόνον. ὅτι δ' οὕτως ἔχει, μαρτυροῦσιν αὐτοί. καὶ περ γὰρ ἀξιοῦντες ἅπασαν ἡδονὴν ἀγαθὸν εἶναι καὶ πᾶσαν ἀλγηδόνα κακόν, δμως οὐκ ἀεὶ φασὶ δεῖν τὴν μὲν αἱρεῖσθαι, τὴν δὲ φεύγειν, μετρεῖσθαι γὰρ αὐτὰ τῷ ποσῷ καὶ οὐ τῷ ποιῷ. δῆλον οὖν ὡς τὸ γε ποσὸν οὐδὲν ἄλλ' ἢ ὁ λόγος κρίνει· τὸ γὰρ 'ἀμείνων . . . μείζους' καὶ τὸ 'συμφέρει . . . χαλεπωτέρας' καὶ πάντα τὰ τοιαῦτα λόγος ὁ κρίνων ἐστίν.