Ancient Greek
390.1
Epicurus, Deperditorum Librorum Reliquiae 390.1
Unproofread scanNot analysed yet
500 PLVTARCHVS contra Epicuri beatitudinem 23 p. 1108ᵉ τὸ πᾶνσοφον τοῦτο δόγμα καὶ θεῖον —,ὅτι τοῦ κακῶς πράττειν πέρας ἐστὶν αὕτη (τῇ ψυχῇ) τὸ ἀπολέσθαι καὶ φθαρῆναι καὶ μηδὲν εἶναι. ibid. p. 1108ᶜ οἱ δ᾽ ἄλλως ἔχοντες τῆς μὲν εὐτυχίας τὸ ἡδιστον κολούσους, ταῖς δὲ δυστυχίαις ἀποστροφὴν οὐκ ἀπολείπουσιν, ἀλλ᾽ εἰς μίαν καταφυγὴν καὶ λιμένα πράττοντες κακῶς τὴν διάλυσιν καὶ τὴν ἀναίσθησίαν ἀποβλέπουσιν. ib. 27 p. 1105ᵃ τὸ γὰρ ἀναισθητεῖν τὸ διαλυθὲν καὶ μηδὲν εἶναι πρὸς ἡμᾶς τὸ ἀναισθητοῦν οὐκ ἀναιρεῖ τὸ τοῦ θανάτου δέος, ἀλλ᾽ ὡςπερ ἀπόδειξιν αὐτοῦ προστίθησιν (αὐτὸ γὰρ τοῦτό ἐστιν ὃ δέδοικεν ἡ φύσις ᾿ἀλλ᾽ ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοιθε᾿) τὴν εἰς τὸ μὴ φρονοῦν μηδ᾽ αἰσθανόμενον διάλυσιν τῆς ψυχῆς, ἣν Ἐπίκουρος εἰς κενὸν καὶ ἀτόμους διασπορὰν ποιῶν ἐπὶ μᾶλλον ἐκκόπτει τὴν ἐλπίδα τῆς ἀφθαρσίας. ib. 29 p. 1106ᵇ οἷς δὲ ὁ βίος εἰς ἀναίσθησίαν περαίνει καὶ διάλυσιν. ib. p. 1106ᶜ Ὀ Ἐπικούρου λόγος τοῖς μὲν ἀθλίως ζῶσιν οὐκ εὐτυχῆ τελευτὴν ἐπαγγέλλεται τὴν ἀναῖρεσιν καὶ διάλυσιν τῆς ψυχῆς· τῶν δὲ φρονίμων καὶ σοφῶν καὶ βρουνόντων ἀγαθοῖς παντάπασι κολούει τὸ εὐθῦμον, ἐκ τοῦ ζῆν μακαρίως εἰς τὸ μὴ ζῆν μηδ᾽ εἶναι καταστρέφων.