Ancient Greek
392.2
Epicurus, Deperditorum Librorum Reliquiae 392.2
Unproofread scanNot analysed yet
505 MAXIMVS TYRIVS dissert. III 5 p. 34 Reisk. ἐπεὶ δὲ ἀρετῆς πρὸς ἡδονὴν ἢ ἐξέτασις γίνεται, . . . τοσοῦτον λέγω, ὡς εἰ τῆς ἀρετῆς ἀφαιρήσει τις τὸ ἡδύ, καὶ τὸ δυνατόν αὐτῆς προσαφήρηκεν· οὐδὲν γὰρ τῶν καλῶν αἱρετὸν ἀπογενομένης ἡδονῆς· καὶ γὰρ ὁ κατ’ ἀρετὴν πονῶν ἐκτὸς φιλίας ἡδονῆς πονεῖ παρούσης ἢ προσδοκωμένης . . . . ἀμέλει κἂν ταῖς τῶν πόνων ὁμιλίαις οὐδεὶς πονεῖ πόνου ἕνεκα (ἢ γὰρ ἂν εἴη ὁ δυσεραστότατος), ἀλλάττεται δὲ τοὺς παρόντας πόνους, ὡς μὲν εἴποι ἂν τις τῶν ἀγροικότερων, τοῦ καλοῦ, ὡς δὲ τις τῶν ἀληθεστέρων, ἡδονῆς· κἂν γὰρ τὸ καλὸν εἴπης, ἡδονὴν λέγεις· σχολὴ γὰρ ἂν εἴη τὸ κάλλος κάλλος, εἰ μὴ ἡδίστον εἴη . . . . (6) κἂν ταῖς πράξεσιν ἀντίδοσις γίνεται πρὸς ἡδονὰς πόνων· ἣν σὺ μὲν ἀρετὴν καλεῖς, ἐγὼ δὲ τὴν μὲν ἀρετὴν δίδωμι, ἐρήσομαι δὲ σε, εἰ ἄνευ τῆς πρὸς αὐτὴν φιλίας τὴν ἀρετὴν ἢ ψυχὴ εἴλετο· ἐὰν γὰρ τὴν φιλίαν δῷς, ἡδονὴν δίδως. ibid. 10 p. 44 σμικρῶν πόνων μεγάλας ἡδονὰς ἀντεισάγεις.