Ancient Greek
401.1 to 402.9
Epicurus, Deperditorum Librorum Reliquiae 401.1-402.9
Unproofread scanNot analysed yet
έτι ζῶντος τοῦ κάμνοντος βοήθειαν παρέντι, μετὰ θάνατον δὲ πλέκειν τινὰς μηχανὰς πειρωμένῳ πρὸς σωτηρίαν τοῦ τεθνεῶτος. χεται τῶν ἀλλοτρίων δικαστῶν ὧν καὶ δυνάμενος λαμβάνειν. ἀλλ’ ἂν σοι δόξῃ, ἐκεῖνο μόνον σκεπτώμεθα, ἵνα κεκρυμμένως, ἵνα ἀσφαλῶς, ἵνα μὴ τις γνῷ. τὸ γὰρ κλέψαι οὐδ’ αὐτὸς ὁ Ἐπίκου- ρος ἀποφαίνει κακόν, ἀλλὰ τὸ ἐμπεσεῖν· καὶ ὅτι πίστιν περὶ τοῦ λαβεῖν λαβεῖν ἀδύνατον, διὰ τοῦτο λέγει Μὴ κλέπτετε. 533 οὐ παρόντος οὐδενὸς ὁ κεκτημένος [τὸ τοῦ] γένους τέ[λ]ος [πα]ρα[πλησίω]ς ἐστὶν ἀγαθ[ό]ς. ἀγαθῶν καὶ τὸ οὐ παρόντος . . . ἀγαθ[ό]ς. Ἐπίκουρος ἄλλῳ τινὶ τῆς ἀδικίας οἴεται δεῖν ἀπεῖργειν ἢ φόβῳ κολάσεων. μοιχεύειν οἱ τὰ τοῦ Κιτιέως Ζήνωνος φιλοσοφοῦντες, ἀλλὰ καὶ οἱ τὰ Ἐπικούρου, τινὲς δὲ καὶ τῶν παντελῶς ἰδιωτῶν. ἀλλ’ ὅρα ὅση διαφωνία ἐστὶ περὶ τῆς τοῦ μοιχεύειν ἐκκλίσεως τῶν τοιούτων. οἱ μὲν διὰ τὸ κοινωνικὸν καὶ <διὰ τὸ> παρὰ φύσιν εἶναι τῷ λο- γικῷ ζῷῳ νοθεύειν τὴν ὑπὸ τῶν νόμων ἑτέρῳ προκαταληφθεῖσαν γυναῖκα καὶ φθεῖρειν τὸν ἄλλου ἀνθρώπου οἶκον· οἱ δὲ ἀπὸ Ἐπι- κούρου οὐ διὰ τοῦτο οὐ μοιχεύουσιν, ὅτε ἀπέχονται τοῦ μοιχεύειν, ἀλλὰ διὰ τὸ νενομικέναι τέλος τὴν ἡδονήν, πολλὰ δ’ ἀπαντᾶν κω- λυτικὰ τῆς ἡδονῆς τῷ εἰξαντὶ μᾶ τῇ τοῦ μοιχεύειν ἡδονῇ καὶ ξθσ᾽ ὅτε φυλακὰς ἢ φυγὰς ἢ θανάτους, πολλάκις δὲ πρὸ τούτων καὶ κινδύνους κατὰ τὸ ἐπιτηρεῖν τὴν τοῦ ἀνδρὸς ἔξοδον ἀπὸ τῆς οἰκίας καὶ τῶν τὰ ἐκείνου φρονούντων, ὡς εἰ καθ᾽ ὑπόθεσιν μοι- χεύοντα οἷόν τ᾽ ἦν λαβεῖν καὶ τὸν ἄνδρα τῆς γυναικὸς καὶ τοὺς οἰκείους πάντας αὐτοῦ καὶ τοὺς παρ᾽ οἷς τις ἐκ τοῦ μοιχεύειν ἄδοξει, κἂν ἐμοίχευσε διὰ τὴν ἡδονὴν ὁ Ἐπίκουρος. σὺν τῇ ἀθεότητι διδάσκειν συμβουλεύει καὶ μητράσι καὶ ἀδελφαῖς συμμίγνυσθαι, καὶ πέρα τῶν νόμων τῶν τόδε κωλυόντων. id. ib. p. 120c πρὸς τί οὖν Ἐπίκουρος καὶ οἱ Στωικοὶ δογματίζου- σιν ἀδελφοκοιτίας καὶ ἀρρενοβασίας ἐπιτελεῖσθαι, ἐξ ὧν διδασκα-