Ancient Greek
406.4 to 408.1
Epicurus, Deperditorum Librorum Reliquiae 406.4-408.1
Unproofread scanNot analysed yet
cf. Philostratus uit. Apollonii VIII 28 p. 368 πάντα τὸν χρόνον ὅν ἐβίω (Ἀπολλώνιος) λέγεται θαμὰ ἐπιφθέγγεσθαι· Ἄδε βιώσας· εἰ δὲ μὴ δύναιο, λάθε ἀποβιώσας. PLVTARCHVS uit. Pyrr. 20 πολιτείαν δὲ φεύγοντες ὡς βλάβην καὶ σύγχυσιν τοῦ μακαρίου. PLVTARCHVS contra Epicuri beatitudinem 2 p. 1087b . . . ἀνθρώπων βούτων· Ὄ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ ῥήτορες οὐδὲ προστάται δήμων οὐδ᾽ ἄρχοντες, ἀεὶ δ᾽ ἡμῖν δαὶς τε φίλη καὶ πᾶσα διὰ σαρκὸς ἐπιτερπὴς κίνησις ἐφ᾽ ἡδονὴν τινα καὶ χαρὰν ψυχῆς ἀναπεμπομένη. ἄρchai δὲ πρεσβείαι τε καὶ στρατηγίαι κόμποι κενoi ψoφοῦσιν ἄντ’ ὀνειράτων. διασκοπεῖν τί φιλίας ἐστὶν πολεμιώτατον καὶ δυσμενείας ἀπεργα- σ[τι]κώτατον, πολιτείαν ἂν εὑροὶ διὰ τε τὸν φθόνον τὸν πρὸς τοὺς ἀλειφoμένους ἐπὶ ταῦτα καὶ τὴν σύντροφον τοῖς τοιούτοις φιλοπρωτίαν καὶ τὴν ἑκάστοτε διαφωνίαν ἐν τοῖς εἰσηγουμένοις. 554 λέγειν δεῖ πῶς ἄριστα τὸ τῆς φύσεως τέλος συντη- ρήσει, καὶ πῶς τις ἐκὼν εἶναι μὴ πρόσσεισιν ἐξ ἀρχῆς ἐπὶ τὰς τῶν πληθῶν ἀρχάς. sunt) καὶ γράφοντες αὐταῖς λέξεσιν, ὅτι λέγειν . . . . ἀρχάς. 29, 79) οὐδὲ Ἐπίκουρος οἴεται δεῖν ἡσυχάζειν ἀλλὰ τῇ φύσει χρή- σθαι πολιτευομένους καὶ πράσσοντας τὰ κοινὰ τοὺς φιλοτίμους καὶ φιλοδόξους, ὡς μᾶλλον ὑπ’ ἀπραγμοσύνης ταράττεσθαι καὶ κακοῦσθαι πεφυκότας, ἂν ὧν ὀρέγονται μὴ τυγχάνωσιν. (πολιτείας καὶ ἀρχὰς καὶ νόμων διάταξιν) συγχέοντες καὶ κατα- λύοντες καὶ ἄρδην ἀναιροῦντες; οὐχ οἱ πολιτείας ἀφιστάντες αὐτοὺς καὶ τοὺς πλησιάζοντας; οὐχ οἱ τὸν τῆς ἀταραξίας στέφανον ἀσύμβλητον εἶναι ταῖς μεγάλαις ἡγεμονίαις λέγοντες; οὐχ οἱ τὸ βασιλεύειν ἁμαρτίαν καὶ διάπτωσιν ἀποφαίνοντες; 558 PLVTARCHVS adu. Coloten 34 p. 1127d τοὺς δὲ πρώτους καὶ σοφωτάτους τῶν νομοθετῶν κακῶς λέγοντες ('Επίκουρος καὶ Μητρόδωρος). idem ibid. 21 p. 1119c ταῦτα γὰρ ὁ τυφὼν ἐστιν, ὃν πολὺν ὑμῖν ἐνεποίησεν ὁ καθηγεμών, καὶ θεοῖς πολεμῶν καὶ θείοις ἀνδράσι.