Ancient Greek
421.4
Epicurus, Deperditorum Librorum Reliquiae 421.4
Unproofread scanNot analysed yet
87, 9 de Chrysippo cf. Galenus de Hippocratis et Platonis dogmatis III 4 t. v p. 314 sq. K. 281 Muell. ἐμπλήσας ὁ Χρύσιππος ὅλον τὸ βιβλίον ἐπῶν Ὀμηρικῶν καὶ Ἡσιόδειων καὶ Στησιχoreίων Ἐμπεδοκλείων τε καὶ Ὀρφικῶν, ἐπὶ δὲ πρὸς τούτοις ἐκ τῆς τραγῳδίας καὶ παρὰ Τυρταίου καὶ τῶν ἄλλων ποιητῶν οὐκ ὀλίγα παραθέμενος, εἶτα μόνον οὐ συνεχὲς τῆς θαυμαστῆς δή ταύτης ἀπεραντολογίας (τοῦτο γὰρ αὐτῇ μᾶλλον ἡγοῦμαι προσῆκειν τοὔνομα) ταῦτα κατὰ λέξιν ἐπιφέρει· ‘ταυτὶ μὲν φήσουσιν ἀδολεσχίαν εἶναι γραφὴν, τυχὸν δὲ καὶ γραμμάτων διδασκάλου βουλομένου στίχους ὅ τι πλείστους ὑπὸ τὸ αὐτὸ διάνοημα τάξαι’. καλῶς εἶπες, ὦ Χρύσιππε, ταῦτα· κάλλιον δὴ ἦν, εἰ μὴ μόνον εἴπες ἀλλὰ καὶ παντάπασιν ἐφυλάξω τὴν γραφὴν ταύτην ἀδολεσχίαν.