Ancient Greek
427.3
Epicurus, Deperditorum Librorum Reliquiae 427.3
Unproofread scanNot analysed yet
244a IOHANNES SICVLVS ad Hermogenem Rhet. Walzii t. vi p. 202 Οἱ Περιπατητικοὶ . . . λέγουσιν· ἐπὶ παντὸς πράγματος ἡ ἡ καταφασις ἡ ἡ ἀπόφασις χωρίζει τὸ ἀληθὲς καὶ τὸ ψεῦδος· εἰ μὲν γὰρ ἡ κατάφασις ψευδής, ἡ ἀπόφασις ἀληθής· εἰ δὲ αὕτη ψευδής, ἐκείνη πάντως ἀληθής, εἴ ἐστι προσδιωρισμένη, τούτέστιν εἴ ἔχει τὸν πᾶς προσδιορισμὸν ἢ τὸν οὐ πᾶς ἢ τὸν τις ἢ τὸν οὐδεὶς· οἷον “πᾶς ἄνθρωπος λευκός ἐστι” ψευδὴς ἐστιν, “οὐ πᾶς ἄνθρωπος λευκός ἐστιν” ἀληθὴς ἐστιν· . . . καὶ μερίζουσι τὸ ἀληθὲς καὶ τὸ ψεῦδος κατὰ τὸν ῥηθέντα κανόνα . . . Τούτων οὕτω διηγκρινημένων ἀνθίσταται Πλάτωνι ὁ Ἐπίκουρος φάσκων· ψεῦδός ἐστι τὸ εἶναι πᾶν πρᾶγμα κατὰ τὴν κατάφασιν ἢ ἀπόφασιν ἀληθὲς ἢ ψευδές· ἰδοὺ γὰρ εἰσὶ τινὰ τῶν ὄντων, ἐφ’ ὧν ἀπροσδιόριστοι τούτέστιν αἱ μὴ ἔχουσαι τῶν προρρηθέντων προσδιορισμῶν τινα οὔτε ἀληθεύουσι οὔτε ψεύδονται ἀλλὰ καὶ τὰ ἀμφότερα πάσχουσιν· ἡ γὰρ νυκτερίς ὄρνις μὲν ἐστι διότι ἵπταται, οὐκ ὄρνις δὲ διότι ζωοτοκεῖ καὶ θηλάζει, ἀλλ’ οὐκ ὠοτοκεῖ οὐδ’ ἐπινάζει· ὁ δὲ νάρθηξ ξύλον διότι καίεται καὶ θάμνος ἐστίν, οὐ ξύλον δὲ διότι συμφυδὴς ἐστίν· οὕτω καὶ ἡ κισηρὶς λίθος καὶ οὐ λίθος, τὸ μὲν ὅτι λίθου