Ancient Greek
431.1
Epicurus, Deperditorum Librorum Reliquiae 431.1
Unproofread scanNot analysed yet
γίνεται τὰ τε ἄλλα συγκρίματα καὶ τὸ σῶμα, χρόνῳ δὲ διαλυόμενον διαλύεται πάλιν εἰς τὰς ἀτόμους, ἐξ ὧν καὶ ἐγένετο. τούτων μενουσῶν ἀφθάρτων οὐδὲν ἀδύνατόν ἐστι συνελθουσῶν πάλιν καὶ τὴν αὐτὴν τάξιν καὶ θέσιν λαβουσῶν ποιῆσαι ὃ πρότερον ἐγεγόνει ἐξ αὐτῶν σῶμα καὶ ὁμοιον· ὥσπερ εἴ τις ψυφοθέτης ἐκ ψηφίδων ποιήσει ζῴου μορφὴν, ἔπειτα τούτων ὑπὸ χρόνου διαλυθέντων ἢ ὑπ’ αὐτοῦ τοῦ ποιήσαντος τὰς αὐτὰς ἔχων ψήφους, ἐσκορπισμένας συναγαγὼν, οὐκ ἀδυνατήσει συλλέξας αὐτὰς καὶ διαθεὶς ὁμοίως ποιῆσαι τὸ αὐτὸ εἶδος τοῦ ζῴου.