Ancient Greek
443.1
Epicurus, Deperditorum Librorum Reliquiae 443.1
Unproofread scanNot analysed yet
Μεμῆνασι δ’ οὗτοι. τῷ γὰρ ἀνδρὶ μάρτυρες ἱκανοὶ τῆς ἀνυ- 9 περβλήτου πρὸς πάντας εὐγνωμοσύνης ἢ τε πατρὶς χαλκαῖς εἴκοσι τιμήσασα, οἵ τε φίλοι τοσοῦτοι τὸ πλῆθος ὡς μὴδ’ ἂν πόλεσιν ὅλαις μετρεῖσθαι δύνασθαι, οἵ τε γνώριμοι πάντες ταῖς δογματικαῖς 5 αὐτοῦ σειρῖσι προσκατασχεθέντες, πλὴν Μητροδώρου τοῦ Στρατονικέως πρὸς Καρνεάδην ἀποχωρήσαντος, τάχα βαρυνθέντος ταῖς ἀνυπερβλήτοις αὐτοῦ χρηστότησιν· ἢ τε διαδοχή, πασῶν σχεδὸν ἐκλιπουσῶν τῶν ἄλλων, ἕς ἀεὶ διαμένουσα καὶ νηπίμους ἀρχὰς ἀπολύουσα ἄλλην ἐξ ἄλλης τῶν γνωρίμων· ἢ τε πρὸς τοὺς γονέας 10 10 εὐχαριστία, καὶ ἢ πρὸς τοὺς ἀδελφοὺς εὐποιΐα, πρὸς τε τοὺς οἰκέτας ἡμερότης, ὡς δῆλον κἀκ τῶν διαθηκῶν αὐτοῦ καὶ ὅτι αὐτοὶ συνεφιλοσόφουν αὐτῷ, ὧν ἦν ἐνδοξότατος ὁ προειρημένος Μῦς· καθόλου τε ἢ πρὸς πάντας αὐτοῦ φιλανθρωπία. τῆς μὲν γὰρ πρὸς θεοὺς ὁσιότητος καὶ πρὸς πατρίδα φιλίας ἀλεκτος ἢ διάθεσις· 15 ὑπερβολὴ γὰρ ἐπιεικείας οὐδὲ πολιτείας ἤματο. καὶ χαλεπωτάτων δὲ καιρῶν κατασχόντων τῇνικαδε τὴν Ἑλλάδα αὐτόθι καταβιῶναι, δις ἢ τρίς τοὺς περὶ τὴν Ἰωνίαν τόπους πρὸς τοὺς φίλους διαδραμόντα· οἱ καὶ πανταχόθεν πρὸς αὐτὸν ἀφικνούντο, καὶ συνεβίουν αὐτῷ ἐν τῷ κήπῳ —καθά φησι καὶ Ἀπολλόδωρος· ὃν καὶ 20 ὀγδοήκοντα μνῶν πριάσθαι· Διοκλῆς δὲ ἐν τῇ τρίτῃ τῆς ἐπιδρο- 11 μῆς φησιν —εὐτελέστατα καὶ λιτότατα διατιώμενοι· κοτύλη γοῦν, φησίν, οἰνιδίου ἠρκοῦντο· τὸ δὲ πᾶν ὕδωρ ἦν αὐτοῖς ποτόν. τόν