Ancient Greek
444.3
Epicurus, Deperditorum Librorum Reliquiae 444.3
Unproofread scanNot analysed yet
εἴσομεθα δὲ καὶ μᾶλλον προϊόντες ἐκ τε τῶν δογμάτων ἐκ τε τῶν ῥητῶν αὐτοῦ. Μάλιστα δ’ ἀπεδέχετο, φησὶ Διοκλῆς, τῶν ἀρχαίων Ἀναξαγόραν, καίτοι ἐν τισὶν ἀντειρηκὼς αὐτῷ, καὶ Ἀρχέλαον τὸν Σωκράτους διδάσκαλον. ἐγύμαζε δέ, φησί, τοὺς γνωρίμους καὶ διὰ 13 μνήμης ἔχειν τὰ ἑαυτοῦ συγγράμματα. Τοῦτον Ἀπολλόδωρος ἐν Χρονικοῖς Ναυσιφάνους ἀκοῦσαι φησι καὶ Πραξιφάνους· αὐτὸς δὲ οὔ φησιν, ἀλλ’ ἑαυτοῦ, ἐν τῇ πρὸς Εὐρύλογον ἐπιστολῇ. ἀλλ’ οὔδὲ