Ancient Greek
449.2
Epicurus, Deperditorum Librorum Reliquiae 449.2
Unproofread scanNot analysed yet
Γέγονε δὲ πολυγραφώτατος . . . . Ἐπιστολαί. Ἄ δὲ αὐτῷ δοκεῖ ἐν αὐτοῖς, ἐκθέσθαι πειράσομαι τρεῖς ἐπι- 28 στολὰς αὐτοῦ παραθέμενος, ἐν αἷς πᾶσαν τὴν ἑαυτοῦ φιλοσοφίαν ἐπιτέμνηται. θήσομεν δὲ καὶ τὰς Κυρίας αὐτοῦ δόξας καὶ εἰ τι 29 ἔδοξεν ἐκλογῆς ἀξίως ἀνεφθέγχθαι, ὥστε σὲ πανταχόθεν καταμαθεῖν τὸν ἄνδρα κἂν κρίνειν εἰδέναι. τὴν μὲν οὖν πρώτην ἐπιστολὴν γράφει πρὸς Ἡρόδοτον (ἢ τις ἐστὶ περὶ τῶν φυσικῶν· τὴν 10 δὲ δευτέραν πρὸς Πυθοκλέα), ἢ τις ἐστὶ περὶ μεταροίων· τὴν τρίτην πρὸς Μενωικέα, ἐστὶ δ’ ἐν αὐτῇ τὰ περὶ βίων. ἀρξτέον δὴ ἀπὸ τῆς πρώτης, ὀλίγα προειπόντα περὶ τῆς διαιρέσεως τῆς κατ’ αὐτὸν φιλοσοφίας.