Ancient Greek
450.2
Epicurus, Deperditorum Librorum Reliquiae 450.2
Unproofread scanNot analysed yet
31 Τὴν διαλεκτικὴν ὡς παρέλκουσαν ἀποδοκιμάζουσιν. ἀρκεῖν γὰρ τοὺς φυσικοὺς χωρεῖν κατὰ τοὺς τῶν πραγμάτων φθόγγους. ἐν τοίνυν τῷ Κανόνι λέγων ἐστὶν ὁ Ἐπίκουρος κριτήρια τῆς ἀληθείας εἶναι τὰς αἰσθήσεις καὶ προλήψεις καὶ τὰ πάθη· οἱ δ' Ἐπικούρειοι καὶ τὰς φανταστικὰς ἐπιβολὰς τῆς διανοίας. λέγει δὲ καὶ ἐν τῇ πρὸς Ἡρόδοτον ἐπιτομῇ καὶ ἐν ταῖς Κυρίαις δόξαις. πᾶσα γάρ, φασίν, αἴσθησις ἀλόγος ἐστὶ καὶ μνήμης οὐδεμίας δεκτική· οὔτε γὰρ ὑφ' αὑτῆς κινεῖται, οὔτε ὑφ' ἑτέρου κινηθεῖσα δύναται τι προσθεῖναι ἢ ἀφελεῖν. οὔδ' ἐστὶ τὸ δυνάμενον αὐτὰς διελέξαι·