Ancient Greek
83.1
Epicurus, Deperditorum Librorum Reliquiae 83.1
Unproofread scanNot analysed yet
πᾶν ἐξευρήσεται, τῶν ὀλοσχερωτάτων τύπων εὖ περιει-λημμένων καὶ μνημονευομένων· ἐπεὶ καὶ τοῦ τετελειοῦρ-γημένου τοῦτο κυριώτατον τοῦ παντὸς ἀκριβώματος γίνε-ται, τὸ ταῖς ἐπιβολαῖς ὅξέως δύνασθαι χρῆσθαι, ἑκάστων πρὸς ἀπλὰ στοιχεῖωματα καὶ φωνὰς ἀναγομένων. οὐ γὰρ 5 οἷόν τε τὸ πύκνωμα τῆς συνεχούς τῶν ὅλων περιοδείας εἶναι μὴ δυναμένου διὰ βραχέων φωνῶν ἅπαν ἐμπεριλα-βεῖν ἐν αὐτῷ τὸ καὶ κατὰ μέρος ἂν ἐξακριβωθῆν. Ὦθεν 37 δὴ πᾶσι χρησίμης οὖσης τοῖς ὑκειωμένοις φυσιολογίᾳ τῆς τοιαύτης ὁδοῦ, παρεγγυῶν τὸ συνεχὲς ἔνέργημα ἐν φυσιο- 10 λογίᾳ καὶ τοιούτῳ μάλιστα ἐγγαληνίζων τῷ βίῳ ἐποίησά σοι καὶ τοιαύτην τινὰ ἐπιτομὴν καὶ στοιχείωσιν τῶν ὅλων δοξῶν.