Ancient Greek
84.1
Epicurus, Deperditorum Librorum Reliquiae 84.1
Unproofread scanNot analysed yet
μενα ἢ ἀπορούμενα ἔχωμεν εἰς ταῦτα ἀναγαγόντες ἐπικρίνειν, καὶ μὴ ἄκριτα πάντα ἡμῖν εἰς ἄπειρον ἀπο- 38 δεικνύουσιν ἢ κενούς φθόγγους ἔχωμεν. ἀνάγκη γὰρ τὸ πρῶτον ἔννοῆμα καθ’ ἕκαστον φθόγγον βλέπεσθαι καὶ μη- 5 θὲν ἀποδείξεως προσδεῖσθαι, εἴπερ ἔξομεν τὸ ζητούμενον ἢ ἀπορούμενον καὶ δοξαζόμενον ἐφ’ ὃ ἀνάξομεν. ἔπειτα κατὰ τὰς αἰσθήσεις δεῖ πάντα τηρεῖν καὶ ἀπλῶς τὰς παροῦσας ἐπιβολὰς εἴ τε διανοίας εἴ θ’ ὅτου δή ποτε τῶν κριτηρίων, ὁμοίως δὲ καὶ τὰ ὑπάρχοντα πάθη, ὅπως ἂν 10 καὶ τὸ προσμένον καὶ τὸ ἄδηλον ἔχωμεν οἷς σημειωσόμεθα.