Ancient Greek
85.2
Epicurus, Deperditorum Librorum Reliquiae 85.2
Unproofread scanNot analysed yet
Ἀλλὰ μὴν καὶ τὸ πᾶν ἐστι <σῶματα καὶ τόπος>· σῶματα μὲν γὰρ ὡς ἐστιν, αὕτη ἡ αἴσθησις ἐπὶ πάντων μαρτυρεῖ, καθ’ ἣν ἀναγκαῖον τὸ ἄδηλον τῷ λογισμῷ τεκμαίρεσθαι, ὥσπερ προεἶπον. τόπος δὲ εἰ μὴ ἦν, ὃν κενὸν καὶ χώραν καὶ ἀναφὴ φύσιν ὀνομάζομεν, οὐκ ἂν εἶχε τὰ σώματα ὅπου ἦν οὐδὲ δι’ οὗ ἐκινεῖτο, καθάπερ φαίνεται κινούμενα. παρὰ δὲ ταῦτα οὐδὲν οὐδ’ ἐπινοηθῆναι δύναται οὔτε περιληπτικῶς οὔτε ἀναλόγως τοῖς περιληπτοῖς, ὅσα καθ’ ὅλας φύσεις λαμβάνομεν καὶ μὴ ὡς τὰ τούτων συμπτώματα ἢ συμβεβηκότα λέγομεν. Καὶ μὴν καὶ τῶν σωμάτων τὰ μὲν ἐστὶ συγκρίσεις, τὰ δ’ ἐξ ὧν αἱ συγκρίσεις πεποίηνται· ταῦτα δὲ ἐστὶν ἄτομα καὶ