Ancient Greek
91.1
Epicurus, Deperditorum Librorum Reliquiae 91.1
Unproofread scanNot analysed yet
χρόων τε καὶ ὁμοιομόρφων κατὰ τὸ ἐναρμόττον μέτεθος εἰς τὴν ὀψιν ἢ τὴν διάνοιαν, ὡκέως ταῖς φοραῖς χρωμένων, εἶτα διὰ ταύτην τὴν αἰτίαν τοῦ ἑνὸς καὶ συνεχούς τὴν φαντασίαν ἀποδιδόντων καὶ τὴν συμπάθειαν ἀπὸ τοῦ ὑποκειμένου σωζόντων κατὰ τὸν ἐκεῖθεν σύμμετρον ἐπερρεισμόν ἐκ τῆς κατὰ βάθος ἐν τῷ στερεμνίῳ τῶν ἀτόμων πάλσεως. καὶ ἤν ἂν λάβωμεν φαντασίαν ἐπιβλητικῶς τῇ διανοίᾳ ἢ τοῖς αἰσθητηρίοις εἴ τε μορφῆς εἴ τε συμβεβηκότων, μορφὴ ἐστὶν αὕτη τοῦ στερεμνίου, γινομένη κατὰ τὸ ἕξης πύκνωμα ἢ ἐγκατάλειμμα τοῦ εἰδώλου. τὸ δὲ ψεῦδος καὶ τὸ διημαρτημένον ἐν τῷ προσδοξαζομένῳ ἀεὶ ἐστιν <ἐπὶ τοῦ προσμένουτος> ἐπιμαρτυρηθήσεσθαι ἢ μὴ ἀντιμαρτυρηθήσεσθαι, εἴτ’ οὐκ ἐπιμαρτυρουμένου <ἢ ἀντιμαρτυρουμένου>· ἢ τε γὰρ ὁμοιότης τῶν φαντασμῶν οἷον ἢ ἐν εἰκόνι λαμβανομένων ἢ καθ’ ὕπνους γινομένων ἢ κατ’ ἄλλας τινὰς ἐπιβολὰς τῆς διανοίας ἢ τῶν λοιπῶν κριτηρίων οὐκ ἂν ποτε ὑπῆρχε τοῖς οὖσί τε καὶ ἀληθέσι προσαγορευομένοις, εἰ μὴ ἤν τινα καὶ τοιαῦτα προσβαλλόμενα·