Ancient Greek
92.33
Epicurus, Deperditorum Librorum Reliquiae 92.33
Unproofread scanNot analysed yet
18 διάλειψιν F ||19 ἔχουσαν HP²s ἔχουσι F· ἔχούσης BGP¹Q |γὰρ ἀναφερομένης τινὸς ἐκείθεν συμπαθείας οὐκ ἂν γένοιτο ἡ τοιαύτη ἐπαίσθησις. οὐκ αὐτὸν οὖν δεῖ νομίζειν τὸν ἀέρα ὑπὸ τῆς προιέμενης φωνῆς ἢ καὶ τῶν ὁμογενῶν σχηματίζεσθαι (πολλὴν γὰρ ἔνδειαν ἔξει τοῦτο πάσχειν ὑπ’ ἐκείνης), ἀλλ’ εὐθὺς τὴν γινομένην πληγὴν ἐν ἡμῖν, ὅταν φωνὴν ἀφίωμεν, τοιαύτην ἔγκλισιν ὀγκῶν τινὸς ρέυματος πνευματώδους ἀποτελεστικὴν ποιεῖσθαι, ἢ τὸ πάθος τὸ ἀκουστικὸν ἡμῖν παρασκευάζει. Καὶ μὴν καὶ τὴν ὀσμὴν νομιστέον, ὥσπερ καὶ τὴν ἀκοὴν οὐκ ἂν ποτε οὐθὲν πάθος ἐργάσασθαι, εἰ μὴ ὀγκοὶ τινὲς ἦσαν ἀπὸ τοῦ πράγματος ἀποφερόμενοι σύμμετροι πρὸς τὸ τοῦτο τὸ αἰσθητήριον κινεῖν, οἱ μὲν τοιοῖ τεταραγμένως καὶ ἄλλοτρίως, οἱ δὲ τοιοῖ ἀταράχως καὶ οἰκείως ἔχοντες.