Ancient Greek
94.2
Epicurus, Deperditorum Librorum Reliquiae 94.2
Unproofread scanNot analysed yet
Ἄλλὰ μὴν οὐδὲ δεῖ νομίζειν πᾶν μέγεθος ἐν ταῖς ἀτόμοις ὑπάρχειν, ἵνα μὴ τὰ φαινόμενα ἀντιμαρτυρῇ· παραλλαγὰς δέ τινας μεγεθῶν νομιστέον εἶναι. βέλτιον γὰρ 15 καὶ τούτου προσόντος τὰ κατὰ τὰ πάθη καὶ τὰς αἰσθή- 56 σεις γινόμενα ἀποδοθήσεται. πᾶν δὲ μέγεθος ὑπάρχειν οὔτε χρήσιμόν ἐστι πρὸς τὰς τῶν ποιοτήτων διαφορὰς, ἀφίχθαι τε ἂμ’ ἔδει καὶ πρὸς ἡμᾶς ὁρατὰς ἀτόμους· ὁ οὐ θεωρεῖται γινόμενον, οὐδ’ ὅπως ἂν γένοιτο ἐστιν ἐπινοή-