Ancient Greek
Section 108
Epicurus, Epistula Secunda ad Pythoclem 108
Not analysed yet
καὶ κατὰ τρῖψιν δὲ νεφῶν πῆξιν εἰληφότων ἀπόπαλσιν ἂν λαμβάνοι τὸ τῆς χιόνος τοῦτο ἄθροισμα. καὶ κατ’ ἄλλους δὲ τρόπους ἐνδέχεται χιόνα συντελεῖσθαι. Δρόσος συντελεῖται καὶ κατὰ σύνοδον πρὸς ἄλληλα ἐκ τοῦ ἀέρος τῶν τοιούτων, ἃ τῆς τοιαύτης ὑγρασίας ἀποτελεστικὰ γίνεται· καὶ κατὰ 〈ἀπο〉φορὰν δὲ ἢ ἀπὸ νοτερῶν τόπων ἢ ὕδατα κεκτημένων (ἐν οἷς τόποις μάλιστα δρόσος συντελεῖται), εἶτα σύνοδον τούτων εἰς τὸ αὐτὸ λαβόντων καὶ ἀποτέλεσιν ὑγρασίας καὶ πάλιν φορὰν ἐπὶ τοὺς κάτω τόπους, καθάπερ ὁμοίως καὶ παρ’ ἡμῖν ἐπὶ πλειόνων τοιαῦτά τινα 〈συντελούμενα θεωρεῖται.