Ancient Greek
Section 114
Epicurus, Epistula Secunda ad Pythoclem 114
Not analysed yet
Τινὰ ἄστρα ὑπολειπόμενά τινων θεωρεῖσθαι συμβαίνει καὶ παρὰ τὸ βραδύτερον συμπεριφέρεσθαι τὸν αὐτὸν κύκλον περιόντα, καὶ παρὰ τὸ τὴν ἐναντίαν κινεῖσθαι ἀντισπώμενα ὑπὸ τῆς αὐτῆς δίνης, καὶ παρὰ τὸ περιφέρεσθαι τὰ μὲν διὰ πλείονος τόπου, τὰ δὲ δι’ ἐλάττονος, τὴν αὐτὴν δῖναν περικυκλοῦντα. τὸ δὲ ἀπλῶς ἀποφαίνεσθαι περὶ τούτων καθῆκόν ἐστι τοῖς τερατεύεσθαί τι πρὸς τοὺς πολλοὺς βουλομένοις. Οἱ λεγόμενοι ἀστέρες ἐκπίπτειν (καὶ) παρὰ μέρος (καὶ παρὰ τρῖψιν† ἑαυτῶν) δύνανται συντελεῖσθαι (καὶ παρὰ ἔκπτωσιν οὗ ἂν ἡ ἐκπνευμάτωσις γένηται), καθάπερ καὶ ἐπὶ τῶν ἀστραπῶν ἐλέγομεν·