Ancient Greek
Section 90
Epicurus, Epistula Secunda ad Pythoclem 90
Not analysed yet
τὴν προσδοχὴν δύναται ποιεῖσθαι. οὐ γὰρ ἀθροισμὸν δεῖ μόνον γενέσθαι οὐδὲ δῖνον ἐν ᾧ ἐνδέχεται κόσμον γίνεσθαι κενῷ κατὰ τὸ δοξαζόμενον ἐξ ἀνάγκης, αὔξεσθαί τε, ἕως ἂν ἑτέρῳ προσκρούσῃ, καθάπερ τῶν φυσικῶν καλουμένων φησί τις. τοῦτο γὰρ μαχόμενόν ἐστι τοῖς φαινομένοις. Ἥλιός τε καὶ σελήνη καὶ τὰ λοιπὰ ἄστρα 〈οὐ〉 καθ’ ἑαυτὰ γενόμενα ὕστερον ἐμπεριελαμβάνετο ὑπὸ τοῦ κόσμου καὶ ὅσα γε δὴ σῴζει, ἀλλ’ εὐθὺς διεπλάττετο καὶ αὔξησιν ἐλάμβανεν (ὁμοίως δὲ καὶ γῆ καὶ θάλαττα) κατὰ προσκρίσεις καὶ δινήσεις λεπτομερῶν τινων φύσεων, ἤτοι πνευματικῶν ἢ πυροειδῶν ἢ τὸ συναμφότερον· καὶ γὰρ ταῦτα οὕτως ἡ αἴσθησις ὑπο βάλλει.