Ancient Greek · ~2 min
Column 43
Epicurus, P.Herc. 1042 43
Not analysed yet
δεήσεσθαι. πανταχόθεν γὰρ ἴσον ἀπέχουσαν οὐθαμῆ βρίθειν δυνήσεσθαι· ὃ γὰρ ὑπὸ τῆς τοῦ ἀέρος φύσεως αὐτῆι ὑπάρχει, τὸ δὴ πανταχόθεν ὁμοίως στελλομένην ἴσον ἀπέχειν ἀπὸ τοῦ τρ οχοῦ πανταχόθεν, ὡσπερεὶ τοιαύτην λ έγει ἐν μέσωι κεῖσθαι τοῦ κόσμου -ὅπερ οὐκ ἀδύνατον εἶναι καὶ τοιαύτην –τοῦτο ἄρα τὸ τῆς μονῆς αἴτιον καὶ οὐ τὸ τούτου παρασκευαστικόν· τὴν γὰρ ἰσότητα ἡ τοῦ ἀέρος στολὴ πανταχόθεν