Ancient Greek
Fragment 38
Epicurus, P.Herc. 1056, 1420 38
Not analysed yet
νεσθαι κατὰ τὸν προειρημένον τρόπον καὶ τῶν αὐτῶν ἀπεργαστικὰ εἶναι. πολλὰ δὲ καὶ τῶνδε καὶ τῶνδε φύσιν ἔχοντα ἀπεργαστικὰ γίνεσθαι δι' ἑαυτὰ οὐ γίνεται ἀπεργαστικὰ (οὐ διὰ τὴν αὐτὴν αἰτίαν τῶν τε ἀτόμων καὶ ἑαυτῶν), οἷς δὴ καὶ μάλιστα μαχόμεθα καὶ ἐπιτιμῶμεν οῦντες κατὰ τὴν ἐξ ἀρχῆς τ αραχώδ η φύσιν ἔχοντα, καθάπερ ἐπὶ τῶν πάν των ζώιων. οὐθὲν γὰρ αὐτοῖς συνήργηκεν εἰς ἔνια ἔργα τε κα ὶ μεγέθη ἔργων καὶ διαθέσεων ἡ τῶν ἀτόμων φύσις ἀλλ' αὐτὰ τὰ ἀπογεγενν ημένα τὴν πᾶσαν ἢ τὴν πλε ίστην κέκτηται αἰ τ ί αν τῶνδέ τινων, ἐκ δ' ἐκείνη ς ἔνιαι τῶν ἀτόμων κινήσεις ταραχώ δεις κιν οῦνται, οὐ χ ί διὰ τατ πάντως διὰ δὲ τῶ ν παρεμ π ί πτόντων κατ' ἀνάγκην ἐκ τοῦ περι έχοντος