Ancient Greek · ~1 min
Column 43
Epicurus, P.Herc. 1148 43-2
Not analysed yet
αὐτοὺς γὰρ δίκαιον φάσκειν σολοικίζειν ἢ συμπεφορῆσθαι, λελυμασμένους καὶ τὸ ἀπὸ τύχης τῆς φύσεως αὐτῶν ὀρθὸν ἐπ ιφορᾶς εἶδος· οἱ δὲ δὴ διὰ τινος ὀνόματος ἢ ὀνομασ ίας ἀδιαφόρου κοινότητα, τῶι τε λελογισμέ νωι καὶ τῶι τυχόντι γινομένην, τῆς διαφορᾶς οὐκέτι ἐπαισθανόμενοι, παντελῶς ἡσυχίαν ἐχέτωσαν.