Ancient Greek
Fragment 13
Epicurus, P.Herc. 1479, 1479/1417 13.Column 10sup
Not analysed yet
καὶ μὴ ἐπίστασθαι, οὐδ’ ἀρνηθῆναι τοῦτο, διὰ τοῦ τρόπου οὗ ὁ σοφιστὴς προφέρει. διὸ καὶ π άνυ ἀντικειμένως ὁμολογήσας τις ἐξ ἀρχῆς καὶ ο ὐκ εὐλαβούμενος τοῦτο ὥσπερ τιν ὲς τῶν σοφιστῶν οὐκ οἴεται πραγματικὸν ἔλεγχον λαμβάνειν. καίτο ι γε οὐκ ἐπελελόγιστο ὅτι πλὴν τῶν τοιούτων ὧν ὁ σοφιστὴς προφέρει ἀδύνατόν ἐστι τὸ αὐτὸ ἐπίστασθαί τε καὶ ἀγνοε ῖν . ἀλλ’ ὅμοιόν τι ἂν ἔδοξε πεπονθέναι τοῖς μὴ συλλογιζομένοις τὴν διαφορὰν ὥσπερ ἄν τις καὶ καθόλου τοῦτ ο ὡμολογηκέναι τὸ σό φ :ισ:μα ἀ ναγκασθῆι