Ancient Greek
Fragment 13
Epicurus, P.Herc. 1479, 1479/1417 13.Column 11sup
Not analysed yet
μι τῶι μὴ συνορῶντι τὴν διαφορὰν τούτω ν ὅμοιόν τι ποιεῖν. ἀλλ’ οὐ ποιεῖ, μαρτυρεῖ δ’ αὐτὸς αὑτῶι ὅταν τε καθόλου τι ὁμολογήσει, κἂμ μυριάκις μὴ παρ’ ἕκαστον ἐπιβλητικῶς ἀρνηθείη ἐπινεύσε ι, καὶ ὅταμ μή. ἔνθα μὲγ γὰρ βαδίζει εὐθὺς εἰς πρᾶξ ιν τοιαύτην οἵαν εἰ καὶ καθ’ ἓν ἕκαστον ἐπιβλητικῶς ὡμολογήκει τοιόνδε τι εἶναι ἢ ἤρνητο, ἄμπερ εἶ πραγματικὴ ἡ δόξα, ἔνθα δ’ οὐ βαδίζει . ὡσαύτως δὲ καὶ ἐπὶ τῶν θεωρητικῶν, ἔνθα μέν τι ἀλλοτρίως κατὰ τὸν ἐπιβλητικὸν τρόπον τοῦ ἐπιμαρτ:υ: ρηθησομένου εὐθὺς ὡμολόγησε